Solon on the Ten Ages of Man, Translated, Footnote

παῖς μὲν ἄνηβος ἐὼν ἔτι νήπιος ἕρκος ὀδόντων
φύσας ἐκβάλλει πρῶτον ἐν ἕπτ᾽ ἔτεσιν:
τοὺς δ᾽ ἑτέρους ὅτε δὴ τελέσῃ θεὸς ἕπτ᾽ ἐνιαυτοὺς
ἥβης ἐκφαίνει σήματα γιγνομένης:
τῇ τριτάτῃ δὲ γένειον ἀεξομένων ἔτι γυίων
λαχνοῦται χροιῆς ἄνθος ἀμειβομένης,
τῇ δὲ τετάρτῃ πᾶς τις ἐν ἑβδομάδων μέγ᾽ ἄριστος
ἰσχύν, ἥν τ᾽ ἄνδρες σήματ᾽ ἔχουσ᾽ ἀρετῆς:
πέμπτῃ δ᾽ ὥριον ἄνδρα γάμου μεμνημένον εἶναι
καὶ παίδων ζητεῖν εἰσοπίσω γενεήν:
τῇ δ᾽ ἕκτῃ περὶ πάντα καταρτύεται νόος ἀνδρός,
οὐδ᾽ ἕρδειν ἔθ᾽ ὁμῶς ἔργ᾽ ἀπάλαμνα θέλει:
ἑπτὰ δὲ νοῦν καὶ γλῶσσαν ἐν ἑβδομάσιν μέγ᾽ ἄριστος
ὀκτώ τ᾽, ἀμφοτέρων τέσσαρα καὶ δέκ᾽ ἔτη:
τῇ δ᾽ ἐνάτῃ ἔτι μὲν δύναται, μαλακώτερα δ᾽ αὐτοῦ
πρὸς μεγάλην ἀρετὴν γλῶσσά τε καὶ σοφίη:
τῆς δεκάτης δ᾽ εἴ τις τελέσας κατὰ μέτρον ἵκοιτο,
οὐκ ἂν ἄωρος ἐὼν μοῖραν ἔχοι θανάτου.

J. M. Symonds, Elegy and Iambus, Vol. 1, 1931.

Go back